TLG 1544 003 :: NYMPHIS :: Fragmenta

NYMPHIS Hist.
(Heracleota: 4–3 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 13–16.

frr. 1–20

Citation: Fragment — (line)

t1-16

ΠΕΡΙ ΗΡΑΚΛΕΙΑΣ.

t1-10

LIBER I.

1

Stephan. Byz.: Φρίξος, πόλις Λυκίας· ἔστι καὶ Φρίξου λιμὴν παρὰ τῷ στόματι τοῦ Πόντου ἐν τῇ Χαλκηδονίᾳ περαίᾳ, περὶ οὗ Νύμφις ἐν αʹ περὶ Ἡρα‐ κλείας τάδε φησί.

2a

Schol. Apoll. Rh. II, 729: Ὅτι ἡ περὶ Ἡρά‐ κλειαν Ἀχερουσιὰς καλουμένη πανταχόθεν ἐκ θαλάσσης ἐστὶν ὑψηλή τε καὶ ἀπόκρημνος, καὶ ἀπονένευκεν εἰς δυσμὰς εἰς τὸ πρὸ
5τῆς Βιθυνίας πέλαγος· καὶ ὅτι προσπῖπτον αὐτῇ τὸ κῦμα σφοδροὺς ἀποτελεῖ ἤχους· καὶ περὶ τῶν ἐπ’ ἄκρας αὐτῆς πεφυκυιῶν πλατάνων, καὶ τοῦ ἐπ’ αὐτῇ πεδίου, καὶ ὅτι δοκεῖ αὐτόθι κατάβασις εἰς ᾅδου ὑπάρχειν, Νύμ‐ φις ἐν τῷ Περὶ Ἡρακλείας αʹ φησί· παρ’ οὗ Ἀπολλώ‐
10νιος ἔοικε ταῦτα μεταφέρειν.

2b

Idem II, 746: Οἱ (εἰς) τὴν Ἡράκλειαν κατοικίσαντες Μεγαρεῖς, ὅτε εἰς τὴν ἀποι‐ κίαν ἔπλεον, χειμασθέντες εἰς τὸν Ἀχέροντα ποταμὸν κατέφυγον, ὅθεν καὶ διασωθέντες οἱ ναῦται Σοωναύτην
5ἐκάλεσαν αὐτόν. Οὗτοι δὲ οἱ Ἡρακλεῶται Μεγαρέων εἰσὶν ἄποικοι καὶ Βοιωτῶν, κατοικοῦσι δὲ ἐν τῇ Μα‐ ριανδυνῶν χώρᾳ.

4

Steph. Byz.: Ὕπιος, ποταμὸς καὶ πόλις ὑπὸ τὴν Ποντικὴν Ἡράκλειαν, ὡς Δομίτιος Καλλίστρατος ἐν ἕκτῳ τῶν Περὶ Ἡρακλείας ... Ἔστι καὶ Ὕπια ὄρη αὐ‐ τόθι, ὡς Νύμφις ἐν πρώτῳ [Περὶ] Ἡρακλείας. Καὶ
5τοὺς κατοικοῦντας ἐν τοῖς ὄρεσι τούτοις Μυσούς φασι (φησι?).

6

Schol. Apoll. Rh. II, 650: Κολώνη δὲ, οὕτως ἄκρα καλουμένη περὶ τὸν Λύκον ποταμόν. Μέμνηται αὐτῆς Νύμφις ὁ Ἡρακλεώτης ἐν τῷ Περὶ Ἡρακλείας.

9a

Athenaeus XIV: Νύμφις δ’ ἐν πρώτῳ Περὶ Ἡρακλείας περὶ Μαριανδυνῶν διηγούμενος φη‐ σίν· «Ὁμοίως δὲ καὶ τῶν ᾠδῶν ἐνίας κατανοήσειεν ἄν τις, ἃς ἐκεῖνοι κατά τινα ἐπιχωριαζομένην παρ’ αὐ‐
5τοῖς συνήθειαν ᾄδοντες ἀνακαλοῦνταί τινα τῶν ἀρ‐ χαίων, προσαγορεύοντες Βῶρμον. Τοῦτον δὲ λέγουσιν υἱὸν γενέσθαι ἀνδρὸς ἐπιφανοῦς καὶ πλουσίου, τῷ δὲ κάλλει καὶ τῇ κατὰ τὴν ἀκμὴν ὥρᾳ πολὺ τῶν ἄλλων διενεγκεῖν· ὃν ἐφεστῶτα ἔργοις ἰδίοις, καὶ βουλόμενον
10τοῖς θερίζουσι δοῦναι πιεῖν, βαδίζοντα ἐφ’ ὕδωρ, ἀφα‐ νισθῆναι. Ζητεῖν οὖν αὐτὸν τοὺς ἀπὸ τῆς χώρας μετά τινος μεμελῳδημένου θρήνου καὶ ἀνακλήσεως, ᾧ καὶ νῦν ἔτι πάντες χρώμενοι διατελοῦσι.» Τοιοῦτος δ’ ἐστὶ καὶ ὁ παρ’ Αἰγυπτίοις καλούμενος Μάνερως.13

9b

Schol. Apoll. Rh. II, 780: Ἰδίως τὸν θρηνούμε‐ νον Πριόλαόν φησι (sc. Ἀπολλώνιος)· τῶν ἄλλων Βάρυνον (l. Βῶρμον) λεγόντων τὸν Τιτίου υἱὸν, ὡς Νύμφις καὶ Καλλίστρατος.

10

Etym. Magn.: Γάργαρος, πόλις τῆς Ἴδης ἐν ὑψηλῷ τόπῳ κειμένη· ἣν κατῴκουν Λέλεγες. Ἐξ ἧς διὰ τὸ κρυῶδες ὑποκατέβησαν οἱ Γαργαρεῖς, καὶ ᾤκισαν αὐτὴν (l. ἄλλην) ὑπὸ πεδίον Γάργαρον. Ἐκείνη
5δὲ ἐρημωθεῖσα καλεῖται Παλαιὰ Γάργαρος, ὠνόμασται δὲ ἀπὸ Γαργάρου τοῦ Διὸς, ὡς δηλοῖ Νυμφίος (l. Νύμ‐ φις) ὁ φιλόσοφος. Οὕτως Ἐπαφρόδιτος ἐν Ὑπομνήματι θʹ Ἰλιάδος, παρατιθέμενος Κλείταρχον Αἰγινήτην λεξι‐ κογράφον.

t11-12

E LIBRO SECUNDO.

11

Schol. Aristoph. Av. 874: Οἱ Φρύγες τὸν Σαβάζιον τιμῶσι. Τίς δέ ἐστιν οὗτος ὁ θεὸς ὁ Ἡρακλεώτης Περὶ Ἡρακλείας ἐν τῷ βʹ φησὶν οὕτως· «Φαίνεται γὰρ ἐξ ὧν εὑρίσκομεν συλλογιζόμενοι πολλαχόθεν, ὅτι Διόνυσος
5καὶ Σαβάζιος εἷς ἐστὶ θεὸς, τυχεῖν δὲ τῆς προσηγορίας ταύτης παρὰ τὸν γινόμενον περὶ αὐτὸν θειασμόν. Τὸ γὰρ εὐάζειν οἱ βάρβαροι σαβάζειν φασίν. Ὅθεν καὶ τῶν Ἑλλήνων τινὲς ἀκολουθοῦντες τὸν εὐασμὸν σαβα‐ σμὸν λέγουσιν.»

12

Lex. Rhetor. ad calc. Photii: Ὀροσάγγης καὶ σαγγάνδης καὶ παρασάγγης καὶ ἄγγαρος διαφέρει· ὀροσάγγαι μὲν οἱ σωματοφύλακες, ὡς Ἑλένης γάμῳ καὶ
5Τρωΐλῳ. Ἡρόδοτος δέ· «Οἱ εὐεργέται τοῦ βασιλέος ὀροσάγγαι καλέονται Περσιστί·» Νύμφις δὲ ὁ Ἡρακλεώτης ἐν δευτέρῳ Περὶ Ἡρακλείας λέγει παρὰ Πέρσαις τὴν μεγίστην ἔχειν προεδρίαν, καλεῖσθαι δὲ κατὰ γλῶτταν ξένους βασιλείους. Σαγγάνδαι δὲ οἱ
10ἀποστελλόμενοι καλοῦνται. Σοφοκλῆς δὲ ἐν τοῖς Ποι‐ μέσι καὶ Εὐριπίδης ἐν Σκυρίαις παρασάγγας αὐτοὺς κεκλήκασιν· ἐχρῆν δὲ εἰπεῖν σαγγάνδας· ὁ γὰρ παρα‐ σάγγης μέτρον ἐστίν. Ἄγγαροι δὲ οἱ πρεσβευταί, κτλ.

t13

E LIBRO QUARTO.

13

Plutarch. De virt. mul. c. 9: Νύμφις
ἐν τῷ τετάρτῳ Περὶ Ἡρακλείας ... λέγει, ὅτι σῦν ἄγριον ἐν τῇ Ξανθίων χώρᾳ καὶ ζῷα καὶ καρποὺς λυμαινόμε‐ νον ἀνελὼν ὁ Βελλεροφόντης, οὐδεμιᾶς ἐτύγχανεν ἀμοι‐14
5βῆς· καταρασαμένου δὲ τῶν Ξανθίων αὐτοῦ πρὸς τὸν Ποσειδῶνα, πᾶν τὸ πεδίον ἐξήνθησεν ἁλμυρίδα, καὶ διέφθαρτο παντάπασι, τῆς γῆς πικρᾶς γενομένης· μέχρις οὗ τὰς γυναῖκας αἰδεσθεὶς δεομένας, εὔξατο τῷ Ποσει‐ δῶνι τὴν ὀργὴν ἀφεῖναι. Διὸ καὶ νόμος ἦν τοῖς Ξαν‐
10θίοις, μὴ πατρόθεν, ἀλλ’ ἀπὸ μητρῶν χρηματίζειν.

t14-15

E LIBRO SEXTO.

14

Schol. Apoll. Rh. IV, 247: Νύμφις ἐν τῷ ἕκτῳ Περὶ Ἡρακλείας Ἑκάτης φησὶν ἱερὸν εἶναι ἐν τῇ Παφλα‐ γονίᾳ, Μηδείας ἱδρυσαμένης.

15

Athenaeus XII: Νύμφις δὲ ὁ Ἡρακλεώτης ἐν ἕκτῳ τῶν Περὶ τῆς πατρίδος, «Παυσανίας (φησὶν) ὁ περὶ Πλαταιὰς νικήσας Μαρδόνιον, τὰ τῆς Σπάρτης ἐξελθὼν νόμιμα, καὶ εἰς ὑπερηφανίαν ἐπιδοὺς, περὶ
5Βυζάντιον διατρίβων, χαλκοῦν τὸν ἀνακείμενον κρατῆρα τοῖς θεοῖς τοῖς ἐπὶ τοῦ στόματος ἱδρυμένοι, ὃν ἔτι καὶ νῦν εἶναι συμβαίνει, ἐτόλμησεν ἐπιγράψαι, ὡς αὐτὸς ἀναθεὶς, ὑποθεὶς τόδε τὸ ἐπίγραμμα, διὰ τὴν τρυφὴν καὶ ὑπερηφανίαν ἐπιλαθόμενος αὑτοῦ·
10Μνᾶμ’ ἀρετᾶς ἀνέθηκε Ποσειδάωνι ἄνακτι Παυσανίας, ἄρχων Ἑλλάδος εὐρυχόρου, πόντου ἐπ’ Εὐξείνου, Λακεδαιμόνιος γένος, υἱὸς Κλευμβρότου, ἀρχαίας Ἡρακλέος γενεᾶς.»

t16

E LIBRO DUODECIMO.

16

Athenaeus XII: Νύμφις γοῦν ὁ Ἡρα‐ κλεώτης ἐν τῷ ιβʹ Περὶ Ἡρακλείας, «Διονύσιος (φησὶν) ὁ Κλεάρχου τοῦ πρώτου τυραννήσαντος ἐν Ἡρακλείᾳ υἱὸς, καὶ αὐτὸς τῆς πατρίδος τυραννήσας, ὑπὸ τρυφῆς
5καὶ τῆς καθ’ ἡμέραν ἀδηφαγίας ἔλαθεν ὑπερσαρκήσας, ὥστε διὰ τὸ πάχος ἐν δυσπνοίᾳ αὐτὸν συσχεθῆναι καὶ πνιγμῷ. Διὸ συνέταξαν οἱ ἰατροὶ κατασκευάσαι βελό‐ νας λεπτὰς, τῷ μήκει διαφερούσας, αἷς διὰ τῶν πλευ‐ ρῶν καὶ τῆς κοιλίας διωθεῖν, ὅταν εἰς ὕπνον τύχῃ βα‐
10θύτερον ἐμπεσών. Μέχρι μὲν οὖν τινος ὑπὸ τῆς πεπω‐ ρωμένης ἐκ τοῦ στέατος σαρκὸς οὐκ ἐνεποίει τὴν αἴσθη‐ σιν· εἰ δὲ πρὸς καθαρὸν τόπον ἡ βελόνη διελθοῦσα ἔθιγε, τότε διεγείρετο. Τοὺς δὲ χρηματισμοὺς ἐποιεῖτο τοῖς βουλομένοις προτιθέμενος κιβωτὸν τοῦ σώματος,
15ἵνα τὰ μὲν λοιπὰ μέρη κρύπτῃ, τὸ δὲ πρόσωπον μόνον ὑπερέχων διαλέγοιτο τοῖς ἀπαντῶσι.» Μνημονεύει δ’ αὐτοῦ καὶ Μένανδρος ... Ἀπέθανε δὲ βιώσας ἔτη πέντε πρὸς τοῖς πεντήκοντα, ὧν ἐτυράννησε τρία καὶ τριάκοντα, ἁπάν‐
20των τῶν πρὸ αὐτοῦ τυράννων πρᾳότητι καὶ ἐπιεικείᾳ
διενηνοχώς. δύσπνοιαν. Φάρμακον οὖν αὐτῷ τοῦδε τοῦ πάθους συν‐ έταξαν οἱ ἰατροὶ, φασὶ, βελόνας λεπτὰς κατασκευάσαι μηκίστας· εἶτα ταύτας διὰ τῶν πλευρῶν καὶ τῆς κοι‐15
25λίας διωθεῖν, ὅταν εἰς ὕπνον τύχῃ βαθύτερον ἐμπεσών. Ἦν δὲ ἄρα τοῦτο ἐπιμελὲς ἐκείνοις δρᾶν, ἔστ’ ἂν ὅλη διὰ τῆς πεπωρωμένης καὶ τρόπον τινὰ ἀλλοτρίας αὐτοῦ σαρκὸς διεῖρπεν ἡ βελόνη· ἀλλ’ ἐκεῖνός γε ἔκειτο λίθου διαφέρων οὐδέν. Εἰ δὲ ἀφίκετο τὸ βέλος ἔνθα λοιπὸν ἦν
30αὐτῷ τὸ σῶμα ἐρρωμένον καὶ ἴδιον, ἀλλ’ οὐκ ἐκ τῆς ἄγαν πιμελῆς ἀλλότριον, τηνικαῦτα καὶ ἐκεῖνος ᾐσθά‐ νετο καὶ ἠγείρετο ἐκ τοῦ ὕπνου. Τοὺς δὲ χρηματισμοὺς ἐποιεῖτο τοῖς βουλομένοις αὐτῷ προσιέναι κιβωτὸν τοῦ σώματος προβαλλόμενος. Οἱ δὲ οὐδὲ κιβωτόν φασιν,
35ἀλλὰ πυργίσκον, ἵνα τὰ μὲν λοιπὰ μέρη αὐτοῦ ἀπο‐ κρύπτοιτο, τὸ δὲ πρόσωπον μόνον ὑπερέχον διαλέγηται.

t17-19

[ΠΕΡΙΠΛΟΥΣ ΑΣΙΑΣ.]

17

Athenaeus XIII: Καὶ ἡ ἐξ Ἐρέσου δὲ τῆς ἑτέρας ** Σαπφὼ τοῦ καλοῦ Φάωνος ἐρασθεῖσα περιβόητος ἦν, ὥς φησι Νύμφις ἐν Περίπλῳ Ἀσίας.

18

Schol. Apoll. Rh. II, 168: Νύμφις μὲν γάρ φησιν ἱστορεῖν Ἀκαρίωνα, ὡς ἄρα Φρύγες διαπλεῦσαι βουλόμενοι τὸν πορθμὸν, κα‐ τεσκεύασαν ναῦν ἔχουσαν ἐγκεχαραγμένην προτομὴν
5ταύρου· διαπλευσάντων δὲ αὐτῶν, ἀπὸ τοῦ εἴδους τοῦ περὶ τὸ σκάφος προσαγορευθῆναι τὸ πέλαγος Βόσπορον.

19

Idem II, 672: Θυνιάδος νήσου ... μέμνηται Νύμ‐ φις ὁ Ἡρακλεώτης· φησὶ δὲ αὐτὴν ἑπτὰ σταδίους ἔχειν τὴν περίμετρον.

t20

[ΤΑ ΤΩΝ ΔΙΑΔΟΧΩΝ ΚΑΙ ΕΠΙΓΟΝΩΝ.] LIBER IX.

20

Aelian. Hist. Anim. XVII, 3: Ἐν τῷ ἐνάτῳ τῶν Περὶ Πτολεμαίων λόγων λέγει Νύμφις ἐν τῇ γῇ Τρωγλοδύτιδι γίνεσθαι ἔχεις ἄμαχόν τι μέγεθος, εἰ πρὸς τοὺς ἄλλους ἔχεις ἀντικρίνοιντο· εἶναι γὰρ πηχῶν καὶ
5πεντεκαίδεκα· τάς γε μὴν χελώνας εἶναι τοσαύτας τὸ
χελώνειον, ὡς χωρεῖν μεδίμνους Ἀττικοὺς καὶ ἓξ αὐτό.16